Ὠιδὴ τῶν ἀναβαθμῶν.
Εἰ μὴ ὅτι κύριος ἦν ἐν ἡμῖν,
εἰπάτω δὴ Ισραηλ,
εἰ μὴ ὅτι κύριος ἦν ἐν ἡμῖν
ἐν τῷ ἐπαναστῆναι ἀνθρώπους ἐφ᾽ ἡμᾶς,
ἄρα ζῶντας ἂν κατέπιον ἡμᾶς
ἐν τῷ ὀργισθῆναι τὸν θυμὸν αὐτῶν ἐφ᾽ ἡμᾶς·
ἄρα τὸ ὕδωρ κατεπόντισεν ἡμᾶς,
χείμαρρον διῆλθεν ἡ ψυχὴ ἡμῶν·
ἄρα διῆλθεν ἡ ψυχὴ ἡμῶν
τὸ ὕδωρ τὸ ἀνυπόστατον.
εὐλογητὸς κύριος, ὃς οὐκ ἔδωκεν ἡμᾶς
εἰς θήραν τοῖς ὀδοῦσιν αὐτῶν.
ἡ ψυχὴ ἡμῶν ὡς στρουθίον ἐρρύσθη
ἐκ τῆς παγίδος τῶν θηρευόντων·
ἡ παγὶς συνετρίβη, καὶ ἡμεῖς ἐρρύσθημεν.
ἡ βοήθεια ἡμῶν ἐν ὀνόματι κυρίου
τοῦ ποιήσαντος τὸν οὐρανὸν καὶ τὴν γῆν.