Αλληλουια.
Αἰνεῖτε, παῖδες, κύριον,
αἰνεῖτε τὸ ὄνομα κυρίου·
εἴη τὸ ὄνομα κυρίου εὐλογημένον
ἀπὸ τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος·
ἀπὸ ἀνατολῶν ἡλίου μέχρι δυσμῶν
αἰνεῖτε τὸ ὄνομα κυρίου.
ὑψηλὸς ἐπὶ πάντα τὰ ἔθνη ὁ κύριος,
ἐπὶ τοὺς οὐρανοὺς ἡ δόξα αὐτοῦ.
τίς ὡς κύριος ὁ θεὸς ἡμῶν
ὁ ἐν ὑψηλοῖς κατοικῶν
καὶ τὰ ταπεινὰ ἐφορῶν
ἐν τῷ οὐρανῷ καὶ ἐν τῇ γῇ;
ὁ ἐγείρων ἀπὸ γῆς πτωχὸν
καὶ ἀπὸ κοπρίας ἀνυψῶν πένητα
τοῦ καθίσαι αὐτὸν μετὰ ἀρχόντων,
μετὰ ἀρχόντων λαοῦ αὐτοῦ·
ὁ κατοικίζων στεῖραν ἐν οἴκῳ
μητέρα τέκνων εὐφραινομένην.