1Μὴ διαμάχου μετὰ ἀνθρώπου δυνάστου,
μήποτε ἐμπέσῃς εἰς τὰς χεῖρας αὐτοῦ.
2μὴ ἔριζε μετὰ ἀνθρώπου πλουσίου,
μήποτε ἀντιστήσῃ σου τὴν ὁλκήν·
πολλοὺς γὰρ ἀπώλεσεν τὸ χρυσίον
καὶ καρδίας βασιλέων ἐξέκλινεν.
3μὴ διαμάχου μετὰ ἀνθρώπου γλωσσώδους
καὶ μὴ ἐπιστοιβάσῃς ἐπὶ τὸ πῦρ αὐτοῦ ξύλα.
4μὴ πρόσπαιζε ἀπαιδεύτῳ,
ἵνα μὴ ἀτιμάζωνται οἱ πρόγονοί σου.
5μὴ ὀνείδιζε ἄνθρωπον ἀποστρέφοντα ἀπὸ ἁμαρτίας·
μνήσθητι ὅτι πάντες ἐσμὲν ἐν ἐπιτίμοις.
6μὴ ἀτιμάσῃς ἄνθρωπον ἐν γήρᾳ αὐτοῦ·
καὶ γὰρ ἐξ ἡμῶν γηράσκουσιν.
7μὴ ἐπίχαιρε ἐπὶ νεκρῷ·
μνήσθητι ὅτι πάντες τελευτῶμεν.
8μὴ παρίδῃς διήγημα σοφῶν
καὶ ἐν ταῖς παροιμίαις αὐτῶν ἀναστρέφου·
ὅτι παρ᾽ αὐτῶν μαθήσῃ παιδείαν
καὶ λειτουργῆσαι μεγιστᾶσιν.
9μὴ ἀστόχει διηγήματος γερόντων,
καὶ γὰρ αὐτοὶ ἔμαθον παρὰ τῶν πατέρων αὐτῶν·
ὅτι παρ᾽ αὐτῶν μαθήσῃ σύνεσιν
καὶ ἐν καιρῷ χρείας δοῦναι ἀπόκρισιν.
10μὴ ἔκκαιε ἄνθρακας ἁμαρτωλοῦ,
μὴ ἐμπυρισθῇς ἐν πυρὶ φλογὸς αὐτοῦ.
11μὴ ἐξαναστῇς ἀπὸ προσώπου ὑβριστοῦ,
ἵνα μὴ ἐγκαθίσῃ ὡς ἔνεδρον τῷ στόματί σου.
12μὴ δανείσῃς ἀνθρώπῳ ἰσχυροτέρῳ σου·
καὶ ἐὰν δανείσῃς, ὡς ἀπολωλεκὼς γίνου.
13μὴ ἐγγυήσῃ ὑπὲρ δύναμίν σου·
καὶ ἐὰν ἐγγυήσῃ, ὡς ἀποτείσων φρόντιζε.
14μὴ δικάζου μετὰ κριτοῦ·
κατὰ γὰρ τὴν δόξαν αὐτοῦ κρινοῦσιν αὐτῷ.
15μετὰ τολμηροῦ μὴ πορεύου ἐν ὁδῷ,
ἵνα μὴ βαρύνηται κατὰ σοῦ·
αὐτὸς γὰρ κατὰ τὸ θέλημα αὐτοῦ ποιήσει,
καὶ τῇ ἀφροσύνῃ αὐτοῦ συναπολῇ.
16μετὰ θυμώδους μὴ ποιήσῃς μάχην
καὶ μὴ διαπορεύου μετ᾽ αὐτοῦ τὴν ἔρημον·
ὅτι ὡς οὐδὲν ἐν ὀφθαλμοῖς αὐτοῦ αἷμα,
καὶ ὅπου οὐκ ἔστιν βοήθεια, καταβαλεῖ σε.
17μετὰ μωροῦ μὴ συμβουλεύου·
οὐ γὰρ δυνήσεται λόγον στέξαι.
18ἐνώπιον ἀλλοτρίου μὴ ποιήσῃς κρυπτόν·
οὐ γὰρ γινώσκεις τί τέξεται.
19παντὶ ἀνθρώπῳ μὴ ἔκφαινε σὴν καρδίαν,
καὶ μὴ ἀναφερέτω σοι χάριν.