1Κραταιὸς ἐν πολέμῳ Ἰησοῦς Ναυη
καὶ διάδοχος Μωυσῆ ἐν προφητείαις,
ὃς ἐγένετο κατὰ τὸ ὄνομα αὐτοῦ
μέγας ἐπὶ σωτηρίᾳ ἐκλεκτῶν αὐτοῦ
ἐκδικῆσαι ἐπεγειρομένους ἐχθρούς,
ὅπως κατακληρονομήσῃ τὸν Ισραηλ.
2ὡς ἐδοξάσθη ἐν τῷ ἐπᾶραι χεῖρας αὐτοῦ
καὶ ἐν τῷ ἐκτεῖναι ῥομφαίαν ἐπὶ πόλεις.
3τίς πρότερος αὐτοῦ οὕτως ἔστη;
τοὺς γὰρ πολέμους κυρίου αὐτὸς ἐπήγαγεν.
4οὐχὶ ἐν χειρὶ αὐτοῦ ἐνεποδίσθη ὁ ἥλιος
καὶ μία ἡμέρα ἐγενήθη πρὸς δύο;
5ἐπεκαλέσατο τὸν ὕψιστον δυνάστην
ἐν τῷ θλῖψαι αὐτὸν ἐχθροὺς κυκλόθεν,
καὶ ἐπήκουσεν αὐτοῦ μέγας κύριος
ἐν λίθοις χαλάζης δυνάμεως κραταιᾶς·
6κατέρραξεν ἐπ᾽ ἔθνος πόλεμον
καὶ ἐν καταβάσει ἀπώλεσεν ἀνθεστηκότας,
ἵνα γνῶσιν ἔθνη πανοπλίαν αὐτοῦ
ὅτι ἐναντίον κυρίου ὁ πόλεμος αὐτοῦ.
7Καὶ γὰρ ἐπηκολούθησεν ὀπίσω δυνάστου
καὶ ἐν ἡμέραις Μωυσέως ἐποίησεν ἔλεος
αὐτὸς καὶ Χαλεβ υἱὸς Ιεφοννη
ἀντιστῆναι ἔναντι ἐκκλησίας
κωλῦσαι λαὸν ἀπὸ ἁμαρτίας
καὶ κοπάσαι γογγυσμὸν πονηρίας.
8καὶ αὐτοὶ δύο ὄντες διεσώθησαν
ἀπὸ ἑξακοσίων χιλιάδων πεζῶν
εἰσαγαγεῖν αὐτοὺς εἰς κληρονομίαν
εἰς γῆν ῥέουσαν γάλα καὶ μέλι.
9καὶ ἔδωκεν ὁ κύριος τῷ Χαλεβ ἰσχύν,
καὶ ἕως γήρους διέμεινεν αὐτῷ,
ἐπιβῆναι αὐτὸν ἐπὶ τὸ ὕψος τῆς γῆς,
καὶ τὸ σπέρμα αὐτοῦ κατέσχεν κληρονομίαν,
10ὅπως ἴδωσιν πάντες οἱ υἱοὶ Ισραηλ
ὅτι καλὸν τὸ πορεύεσθαι ὀπίσω κυρίου.
11Καὶ οἱ κριταί, ἕκαστος τῷ αὐτοῦ ὀνόματι,
ὅσων οὐκ ἐξεπόρνευσεν ἡ καρδία
καὶ ὅσοι οὐκ ἀπεστράφησαν ἀπὸ κυρίου,
εἴη τὸ μνημόσυνον αὐτῶν ἐν εὐλογίαις·
12τὰ ὀστᾶ αὐτῶν ἀναθάλοι ἐκ τοῦ τόπου αὐτῶν
καὶ τὸ ὄνομα αὐτῶν ἀντικαταλλασσόμενον
ἐφ᾽ υἱοῖς δεδοξασμένων αὐτῶν.
13Ἠγαπημένος ὑπὸ κυρίου αὐτοῦ Σαμουηλ
προφήτης κυρίου κατέστησεν βασιλείαν
καὶ ἔχρισεν ἄρχοντας ἐπὶ τὸν λαὸν αὐτοῦ·
14ἐν νόμῳ κυρίου ἔκρινεν συναγωγήν,
καὶ ἐπεσκέψατο κύριος τὸν Ιακωβ·
15ἐν πίστει αὐτοῦ ἠκριβάσθη προφήτης
καὶ ἐγνώσθη ἐν ῥήμασιν αὐτοῦ πιστὸς ὁράσεως.
16καὶ ἐπεκαλέσατο τὸν κύριον δυνάστην
ἐν τῷ θλῖψαι ἐχθροὺς αὐτοῦ κυκλόθεν
ἐν προσφορᾷ ἀρνὸς γαλαθηνοῦ·
17καὶ ἐβρόντησεν ἀπ᾽ οὐρανοῦ ὁ κύριος
καὶ ἐν ἤχῳ μεγάλῳ ἀκουστὴν ἐποίησεν τὴν φωνὴν αὐτοῦ
18καὶ ἐξέτριψεν ἡγουμένους Τυρίων
καὶ πάντας ἄρχοντας Φυλιστιιμ.
19καὶ πρὸ καιροῦ κοιμήσεως αἰῶνος
ἐπεμαρτύρατο ἔναντι κυρίου καὶ χριστοῦ αὐτοῦ
Χρήματα καὶ ἕως ὑποδημάτων
ἀπὸ πάσης σαρκὸς οὐκ εἴληφα·
καὶ οὐκ ἐνεκάλεσεν αὐτῷ ἄνθρωπος.
20καὶ μετὰ τὸ ὑπνῶσαι αὐτὸν προεφήτευσεν
καὶ ὑπέδειξεν βασιλεῖ τὴν τελευτὴν αὐτοῦ
καὶ ἀνύψωσεν ἐκ γῆς τὴν φωνὴν αὐτοῦ
ἐν προφητείᾳ ἐξαλεῖψαι ἀνομίαν λαοῦ.