1ὁ ἐκδικῶν παρὰ κυρίου εὑρήσει ἐκδίκησιν,
καὶ τὰς ἁμαρτίας αὐτοῦ διατηρῶν διατηρήσει.
2ἄφες ἀδίκημα τῷ πλησίον σου,
καὶ τότε δεηθέντος σου αἱ ἁμαρτίαι σου λυθήσονται.
3ἄνθρωπος ἀνθρώπῳ συντηρεῖ ὀργήν,
καὶ παρὰ κυρίου ζητεῖ ἴασιν;
4ἐπ᾽ ἄνθρωπον ὅμοιον αὐτῷ οὐκ ἔχει ἔλεος,
καὶ περὶ τῶν ἁμαρτιῶν αὐτοῦ δεῖται;
5αὐτὸς σὰρξ ὢν διατηρεῖ μῆνιν,
τίς ἐξιλάσεται τὰς ἁμαρτίας αὐτοῦ;
6μνήσθητι τὰ ἔσχατα καὶ παῦσαι ἐχθραίνων,
καταφθορὰν καὶ θάνατον, καὶ ἔμμενε ἐντολαῖς.
7μνήσθητι ἐντολῶν καὶ μὴ μηνίσῃς τῷ πλησίον,
καὶ διαθήκην ὑψίστου καὶ πάριδε ἄγνοιαν.
8Ἀπόσχου ἀπὸ μάχης, καὶ ἐλαττώσεις ἁμαρτίας·
ἄνθρωπος γὰρ θυμώδης ἐκκαύσει μάχην,
9καὶ ἀνὴρ ἁμαρτωλὸς ταράξει φίλους
καὶ ἀνὰ μέσον εἰρηνευόντων ἐμβαλεῖ διαβολήν.
10κατὰ τὴν ὕλην τοῦ πυρὸς οὕτως ἐκκαυθήσεται,
καὶ κατὰ τὴν στερέωσιν τῆς μάχης ἐκκαυθήσεται·
κατὰ τὴν ἰσχὺν τοῦ ἀνθρώπου ὁ θυμὸς αὐτοῦ ἔσται,
καὶ κατὰ τὸν πλοῦτον ἀνυψώσει ὀργὴν αὐτοῦ.
11ἔρις κατασπευδομένη ἐκκαίει πῦρ,
καὶ μάχη κατασπεύδουσα ἐκχέει αἷμα.
12ἐὰν φυσήσῃς εἰς σπινθῆρα, ἐκκαήσεται,
καὶ ἐὰν πτύσῃς ἐπ᾽ αὐτόν, σβεσθήσεται·
καὶ ἀμφότερα ἐκ τοῦ στόματός σου ἐκπορεύεται.
13Ψίθυρον καὶ δίγλωσσον καταράσασθε·
πολλοὺς γὰρ εἰρηνεύοντας ἀπώλεσεν.
14γλῶσσα τρίτη πολλοὺς ἐσάλευσεν
καὶ διέστησεν αὐτοὺς ἀπὸ ἔθνους εἰς ἔθνος
καὶ πόλεις ὀχυρὰς καθεῖλεν
καὶ οἰκίας μεγιστάνων κατέστρεψεν.
15γλῶσσα τρίτη γυναῖκας ἀνδρείας ἐξέβαλεν
καὶ ἐστέρεσεν αὐτὰς τῶν πόνων αὐτῶν.
16ὁ προσέχων αὐτῇ οὐ μὴ εὕρῃ ἀνάπαυσιν
οὐδὲ κατασκηνώσει μεθ᾽ ἡσυχίας.
17πληγὴ μάστιγος ποιεῖ μώλωπα,
πληγὴ δὲ γλώσσης συγκλάσει ὀστᾶ.
18πολλοὶ ἔπεσαν ἐν στόματι μαχαίρας,
καὶ οὐχ ὡς οἱ πεπτωκότες διὰ γλῶσσαν.
19μακάριος ὁ σκεπασθεὶς ἀπ᾽ αὐτῆς,
ὃς οὐ διῆλθεν ἐν τῷ θυμῷ αὐτῆς,
ὃς οὐχ εἵλκυσεν τὸν ζυγὸν αὐτῆς
καὶ ἐν τοῖς δεσμοῖς αὐτῆς οὐκ ἐδέθη·
20ὁ γὰρ ζυγὸς αὐτῆς ζυγὸς σιδηροῦς,
καὶ οἱ δεσμοὶ αὐτῆς δεσμοὶ χάλκειοι·
21θάνατος πονηρὸς ὁ θάνατος αὐτῆς,
καὶ λυσιτελὴς μᾶλλον ὁ ᾅδης αὐτῆς.
22οὐ μὴ κρατήσῃ εὐσεβῶν,
καὶ ἐν τῇ φλογὶ αὐτῆς οὐ καήσονται.
23οἱ καταλείποντες κύριον ἐμπεσοῦνται εἰς αὐτήν,
καὶ ἐν αὐτοῖς ἐκκαήσεται καὶ οὐ μὴ σβεσθῇ·
ἐπαποσταλήσεται αὐτοῖς ὡς λέων
καὶ ὡς πάρδαλις λυμανεῖται αὐτούς.
24ἰδὲ περίφραξον τὸ κτῆμά σου ἀκάνθαις,
τὸ ἀργύριόν σου καὶ τὸ χρυσίον κατάδησον·
25καὶ τοῖς λόγοις σου ποίησον ζυγὸν καὶ σταθμὸν
καὶ τῷ στόματί σου ποίησον θύραν καὶ μοχλόν.
26πρόσεχε μήπως ὀλίσθῃς ἐν αὐτῇ,
μὴ πέσῃς κατέναντι ἐνεδρεύοντος.