1μακάριος ἀνήρ, ὃς οὐκ ὠλίσθησεν ἐν τῷ στόματι αὐτοῦ
καὶ οὐ κατενύγη ἐν λύπῃ ἁμαρτιῶν·
2μακάριος οὗ οὐ κατέγνω ἡ ψυχὴ αὐτοῦ,
καὶ ὃς οὐκ ἔπεσεν ἀπὸ τῆς ἐλπίδος αὐτοῦ.
3Ἀνδρὶ μικρολόγῳ οὐ καλὸς ὁ πλοῦτος,
καὶ ἀνθρώπῳ βασκάνῳ ἵνα τί χρήματα;
4ὁ συνάγων ἀπὸ τῆς ψυχῆς αὐτοῦ συνάγει ἄλλοις,
καὶ ἐν τοῖς ἀγαθοῖς αὐτοῦ τρυφήσουσιν ἕτεροι.
5ὁ πονηρὸς ἑαυτῷ τίνι ἀγαθὸς ἔσται;
καὶ οὐ μὴ εὐφρανθήσεται ἐν τοῖς χρήμασιν αὐτοῦ.
6τοῦ βασκαίνοντος ἑαυτὸν οὐκ ἔστιν πονηρότερος,
καὶ τοῦτο ἀνταπόδομα τῆς κακίας αὐτοῦ·
7κἂν εὖ ποιῇ, ἐν λήθῃ ποιεῖ,
καὶ ἐπ᾽ ἐσχάτων ἐκφαίνει τὴν κακίαν αὐτοῦ.
8πονηρὸς ὁ βασκαίνων ὀφθαλμῷ,
ἀποστρέφων πρόσωπον καὶ ὑπερορῶν ψυχάς.
9πλεονέκτου ὀφθαλμὸς οὐκ ἐμπίπλαται μερίδι,
καὶ ἀδικία πονηρὰ ἀναξηραίνει ψυχήν.
10ὀφθαλμὸς πονηρὸς φθονερὸς ἐπ᾽ ἄρτῳ
καὶ ἐλλιπὴς ἐπὶ τῆς τραπέζης αὐτοῦ.
11Τέκνον, καθὼς ἐὰν ἔχῃς, εὖ ποίει σεαυτὸν
καὶ προσφορὰς κυρίῳ ἀξίως πρόσαγε·
12μνήσθητι ὅτι θάνατος οὐ χρονιεῖ
καὶ διαθήκη ᾅδου οὐχ ὑπεδείχθη σοι·
13πρίν σε τελευτῆσαι εὖ ποίει φίλῳ
καὶ κατὰ τὴν ἰσχύν σου ἔκτεινον καὶ δὸς αὐτῷ.
14μὴ ἀφυστερήσῃς ἀπὸ ἀγαθῆς ἡμέρας,
καὶ μερὶς ἐπιθυμίας ἀγαθῆς μή σε παρελθάτω.
15οὐχὶ ἑτέρῳ καταλείψεις τοὺς πόνους σου
καὶ τοὺς κόπους σου εἰς διαίρεσιν κλήρου;
16δὸς καὶ λαβὲ καὶ ἀπάτησον τὴν ψυχήν σου,
ὅτι οὐκ ἔστιν ἐν ᾅδου ζητῆσαι τρυφήν.
17πᾶσα σὰρξ ὡς ἱμάτιον παλαιοῦται·
ἡ γὰρ διαθήκη ἀπ᾽ αἰῶνος Θανάτῳ ἀποθανῇ.
18ὡς φύλλον θάλλον ἐπὶ δένδρου δασέος,
τὰ μὲν καταβάλλει, ἄλλα δὲ φύει,
οὕτως γενεὰ σαρκὸς καὶ αἵματος,
ἡ μὲν τελευτᾷ, ἑτέρα δὲ γεννᾶται.
19πᾶν ἔργον σηπόμενον ἐκλείπει,
καὶ ὁ ἐργαζόμενος αὐτὸ μετ᾽ αὐτοῦ ἀπελεύσεται.
20Μακάριος ἀνήρ, ὃς ἐν σοφίᾳ μελετήσει
καὶ ὃς ἐν συνέσει αὐτοῦ διαλεχθήσεται,
21ὁ διανοούμενος τὰς ὁδοὺς αὐτῆς ἐν καρδίᾳ αὐτοῦ
καὶ ἐν τοῖς ἀποκρύφοις αὐτῆς ἐννοηθήσεται.
22ἔξελθε ὀπίσω αὐτῆς ὡς ἰχνευτὴς
καὶ ἐν ταῖς ὁδοῖς αὐτῆς ἐνέδρευε.
23ὁ παρακύπτων διὰ τῶν θυρίδων αὐτῆς
καὶ ἐπὶ τῶν θυρωμάτων αὐτῆς ἀκροάσεται,
24ὁ καταλύων σύνεγγυς τοῦ οἴκου αὐτῆς
καὶ πήξει πάσσαλον ἐν τοῖς τοίχοις αὐτῆς,
25στήσει τὴν σκηνὴν αὐτοῦ κατὰ χεῖρας αὐτῆς
καὶ καταλύσει ἐν καταλύματι ἀγαθῶν,
26θήσει τὰ τέκνα αὐτοῦ ἐν τῇ σκέπῃ αὐτῆς
καὶ ὑπὸ τοὺς κλάδους αὐτῆς αὐλισθήσεται,
27σκεπασθήσεται ὑπ᾽ αὐτῆς ἀπὸ καύματος
καὶ ἐν τῇ δόξῃ αὐτῆς καταλύσει.