REGNORUM I 15
1Καὶ εἶπεν Σαμουηλ πρὸς Σαουλ Ἐμὲ ἀπέστειλεν κύριος χρῖσαί σε εἰς βασιλέα ἐπὶ Ισραηλ, καὶ νῦν ἄκουε τῆς φωνῆς κυρίου· 2τάδε εἶπεν κύριος σαβαωθ Νῦν ἐκδικήσω ἃ ἐποίησεν Αμαληκ τῷ Ισραηλ, ὡς ἀπήντησεν αὐτῷ ἐν τῇ ὁδῷ ἀναβαίνοντος αὐτοῦ ἐξ Αἰγύπτου· 3καὶ νῦν πορεύου καὶ πατάξεις τὸν Αμαληκ καὶ Ιεριμ καὶ πάντα τὰ αὐτοῦ καὶ οὐ περιποιήσῃ ἐξ αὐτοῦ καὶ ἐξολεθρεύσεις αὐτὸν καὶ ἀναθεματιεῖς αὐτὸν καὶ πάντα τὰ αὐτοῦ καὶ οὐ φείσῃ ἀπ᾽ αὐτοῦ καὶ ἀποκτενεῖς ἀπὸ ἀνδρὸς καὶ ἕως γυναικὸς καὶ ἀπὸ νηπίου ἕως θηλάζοντος καὶ ἀπὸ μόσχου ἕως προβάτου καὶ ἀπὸ καμήλου ἕως ὄνου. 4καὶ παρήγγειλεν Σαουλ τῷ λαῷ καὶ ἐπισκέπτεται αὐτοὺς ἐν Γαλγαλοις τετρακοσίας χιλιάδας ταγμάτων καὶ τὸν Ιουδαν τριάκοντα χιλιάδας ταγμάτων. 5καὶ ἦλθεν Σαουλ ἕως τῶν πόλεων Αμαληκ καὶ ἐνήδρευσεν ἐν τῷ χειμάρρῳ. 6καὶ εἶπεν Σαουλ πρὸς τὸν Κιναῖον Ἄπελθε καὶ ἔκκλινον ἐκ μέσου τοῦ Αμαληκίτου, μὴ προσθῶ σε μετ᾽ αὐτοῦ, καὶ σὺ ἐποίησας ἔλεος μετὰ τῶν υἱῶν Ισραηλ ἐν τῷ ἀναβαίνειν αὐτοὺς ἐξ Αἰγύπτου· καὶ ἐξέκλινεν ὁ Κιναῖος ἐκ μέσου Αμαληκ. 7καὶ ἐπάταξεν Σαουλ τὸν Αμαληκ ἀπὸ Ευιλατ ἕως Σουρ ἐπὶ προσώπου Αἰγύπτου. 8καὶ συνέλαβεν τὸν Αγαγ βασιλέα Αμαληκ ζῶντα καὶ πάντα τὸν λαὸν Ιεριμ ἀπέκτεινεν ἐν στόματι ῥομφαίας. 9καὶ περιεποιήσατο Σαουλ καὶ πᾶς ὁ λαὸς τὸν Αγαγ ζῶντα καὶ τὰ ἀγαθὰ τῶν ποιμνίων καὶ τῶν βουκολίων καὶ τῶν ἐδεσμάτων καὶ τῶν ἀμπελώνων καὶ πάντων τῶν ἀγαθῶν καὶ οὐκ ἐβούλετο αὐτὰ ἐξολεθρεῦσαι· καὶ πᾶν ἔργον ἠτιμωμένον καὶ ἐξουδενωμένον ἐξωλέθρευσαν.
10Καὶ ἐγενήθη ῥῆμα κυρίου πρὸς Σαμουηλ λέγων 11Παρακέκλημαι ὅτι ἐβασίλευσα τὸν Σαουλ εἰς βασιλέα, ὅτι ἀπέστρεψεν ἀπὸ ὄπισθέν μου καὶ τοὺς λόγους μου οὐκ ἐτήρησεν. καὶ ἠθύμησεν Σαμουηλ καὶ ἐβόησεν πρὸς κύριον ὅλην τὴν νύκτα. 12καὶ ὤρθρισεν Σαμουηλ καὶ ἐπορεύθη εἰς ἀπάντησιν Ισραηλ πρωί. καὶ ἀπηγγέλη τῷ Σαμουηλ λέγοντες Ἥκει Σαουλ εἰς Κάρμηλον καὶ ἀνέστακεν αὐτῷ χεῖρα καὶ ἐπέστρεψεν τὸ ἅρμα. καὶ κατέβη εἰς Γαλγαλα πρὸς Σαουλ, καὶ ἰδοὺ αὐτὸς ἀνέφερεν ὁλοκαύτωσιν τῷ κυρίῳ τὰ πρῶτα τῶν σκύλων, ὧν ἤνεγκεν ἐξ Αμαληκ. 13καὶ παρεγένετο Σαμουηλ πρὸς Σαουλ, καὶ εἶπεν αὐτῷ Σαουλ Εὐλογητὸς σὺ τῷ κυρίῳ· ἔστησα πάντα, ὅσα ἐλάλησεν κύριος. 14καὶ εἶπεν Σαμουηλ Καὶ τίς ἡ φωνὴ τοῦ ποιμνίου τούτου ἐν τοῖς ὠσίν μου καὶ φωνὴ τῶν βοῶν, ὧν ἐγὼ ἀκούω; 15καὶ εἶπεν Σαουλ Ἐξ Αμαληκ ἤνεγκα αὐτά, ἃ περιεποιήσατο ὁ λαός, τὰ κράτιστα τοῦ ποιμνίου καὶ τῶν βοῶν, ὅπως τυθῇ τῷ κυρίῳ θεῷ σου, καὶ τὰ λοιπὰ ἐξωλέθρευσα. 16καὶ εἶπεν Σαμουηλ πρὸς Σαουλ Ἄνες καὶ ἀπαγγελῶ σοι ἃ ἐλάλησεν κύριος πρός με τὴν νύκτα· καὶ εἶπεν αὐτῷ Λάλησον. 17καὶ εἶπεν Σαμουηλ πρὸς Σαουλ Οὐχὶ μικρὸς σὺ εἶ ἐνώπιον αὐτοῦ ἡγούμενος σκήπτρου φυλῆς Ισραηλ; καὶ ἔχρισέν σε κύριος εἰς βασιλέα ἐπὶ Ισραηλ. 18καὶ ἀπέστειλέν σε κύριος ἐν ὁδῷ καὶ εἶπέν σοι Πορεύθητι καὶ ἐξολέθρευσον τοὺς ἁμαρτάνοντας εἰς ἐμέ, τὸν Αμαληκ, καὶ πολεμήσεις αὐτούς, ἕως συντελέσῃς αὐτούς. 19καὶ ἵνα τί οὐκ ἤκουσας τῆς φωνῆς κυρίου, ἀλλ᾽ ὥρμησας τοῦ θέσθαι ἐπὶ τὰ σκῦλα καὶ ἐποίησας τὸ πονηρὸν ἐνώπιον κυρίου; 20καὶ εἶπεν Σαουλ πρὸς Σαμουηλ Διὰ τὸ ἀκοῦσαί με τῆς φωνῆς τοῦ λαοῦ· καὶ ἐπορεύθην ἐν τῇ ὁδῷ, ᾗ ἀπέστειλέν με κύριος, καὶ ἤγαγον τὸν Αγαγ βασιλέα Αμαληκ καὶ τὸν Αμαληκ ἐξωλέθρευσα· 21καὶ ἔλαβεν ὁ λαὸς τῶν σκύλων ποίμνια καὶ βουκόλια, τὰ πρῶτα τοῦ ἐξολεθρεύματος, θῦσαι ἐνώπιον κυρίου θεοῦ ἡμῶν ἐν Γαλγαλοις. 22καὶ εἶπεν Σαμουηλ Εἰ θελητὸν τῷ κυρίῳ ὁλοκαυτώματα καὶ θυσίαι ὡς τὸ ἀκοῦσαι φωνῆς κυρίου; ἰδοὺ ἀκοὴ ὑπὲρ θυσίαν ἀγαθὴ καὶ ἡ ἐπακρόασις ὑπὲρ στέαρ κριῶν· 23ὅτι ἁμαρτία οἰώνισμά ἐστιν, ὀδύνην καὶ πόνους θεραφιν ἐπάγουσιν· ὅτι ἐξουδένωσας τὸ ῥῆμα κυρίου, καὶ ἐξουδενώσει σε κύριος μὴ εἶναι βασιλέα ἐπὶ Ισραηλ. 24καὶ εἶπεν Σαουλ πρὸς Σαμουηλ Ἡμάρτηκα ὅτι παρέβην τὸν λόγον κυρίου καὶ τὸ ῥῆμά σου, ὅτι ἐφοβήθην τὸν λαὸν καὶ ἤκουσα τῆς φωνῆς αὐτῶν· 25καὶ νῦν ἆρον δὴ τὸ ἁμάρτημά μου καὶ ἀνάστρεψον μετ᾽ ἐμοῦ, καὶ προσκυνήσω κυρίῳ τῷ θεῷ σου. 26καὶ εἶπεν Σαμουηλ πρὸς Σαουλ Οὐκ ἀναστρέφω μετὰ σοῦ, ὅτι ἐξουδένωσας τὸ ῥῆμα κυρίου, καὶ ἐξουδενώσει σε κύριος τοῦ μὴ εἶναι βασιλέα ἐπὶ τὸν Ισραηλ. 27καὶ ἀπέστρεψεν Σαμουηλ τὸ πρόσωπον αὐτοῦ τοῦ ἀπελθεῖν. καὶ ἐκράτησεν Σαουλ τοῦ πτερυγίου τῆς διπλοΐδος αὐτοῦ καὶ διέρρηξεν αὐτό· 28καὶ εἶπεν πρὸς αὐτὸν Σαμουηλ Διέρρηξεν κύριος τὴν βασιλείαν Ισραηλ ἐκ χειρός σου σήμερον καὶ δώσει αὐτὴν τῷ πλησίον σου τῷ ἀγαθῷ ὑπὲρ σέ· 29καὶ διαιρεθήσεται Ισραηλ εἰς δύο, καὶ οὐκ ἀποστρέψει οὐδὲ μετανοήσει, ὅτι οὐχ ὡς ἄνθρωπός ἐστιν τοῦ μετανοῆσαι αὐτός. 30καὶ εἶπεν Σαουλ Ἡμάρτηκα, ἀλλὰ δόξασον με δὴ ἐνώπιον πρεσβυτέρων Ισραηλ καὶ ἐνώπιον λαοῦ μου καὶ ἀνάστρεψον μετ᾽ ἐμοῦ, καὶ προσκυνήσω τῷ κυρίῳ θεῷ σου. 31καὶ ἀνέστρεψεν Σαμουηλ ὀπίσω Σαουλ, καὶ προσεκύνησεν τῷ κυρίῳ. 32καὶ εἶπεν Σαμουηλ Προσαγάγετέ μοι τὸν Αγαγ βασιλέα Αμαληκ. καὶ προσῆλθεν πρὸς αὐτὸν Αγαγ τρέμων, καὶ εἶπεν Αγαγ Εἰ οὕτως πικρὸς ὁ θάνατος; 33καὶ εἶπεν Σαμουηλ πρὸς Αγαγ Καθότι ἠτέκνωσεν γυναῖκας ἡ ῥομφαία σου, οὕτως ἀτεκνωθήσεται ἐκ γυναικῶν ἡ μήτηρ σου. καὶ ἔσφαξεν Σαμουηλ τὸν Αγαγ ἐνώπιον κυρίου ἐν Γαλγαλ. 34καὶ ἀπῆλθεν Σαμουηλ εἰς Αρμαθαιμ, καὶ Σαουλ ἀνέβη εἰς τὸν οἶκον αὐτοῦ εἰς Γαβαα. 35καὶ οὐ προσέθετο Σαμουηλ ἔτι ἰδεῖν τὸν Σαουλ ἕως ἡμέρας θανάτου αὐτοῦ, ὅτι ἐπένθει Σαμουηλ ἐπὶ Σαουλ· καὶ κύριος μετεμελήθη ὅτι ἐβασίλευσεν τὸν Σαουλ ἐπὶ Ισραηλ.
Septuaginta, hg. v. Alfred Rahlfs, zweite, verbesserte Auflage, hg. v. Robert Hanhart, © 2006 Deutsche Bibelgesellschaft, Stuttgart